Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.1 Joseph. AJ 7.4 (English) >>Joseph. AJ 7.8

7.2καὶ προσκυνήσας αὐτὸν πυνθανομένῳ, πόθεν ἥκοι τοιοῦτος, ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν μάχης ἔλεγε· γενέσθαι δʼ ἀτυχὲς αὐτῆς τὸ τέλος ἐδήλου πολλῶν μὲν ἀναιρεθεισῶν τοῖς Ἑβραίοις μυριάδων, πεσόντος δὲ καὶ τοῦ βασιλέως αὐτῶν Σαούλου μετὰ τῶν τέκνων· 7.3ταῦτα δὲ σημαίνειν ἔφασκεν αὐτὸς παρατυχὼν τῇ τροπῇ τῶν Ἑβραίων καὶ τῷ βασιλεῖ πεφευγότι παρών, ὃν καὶ κτεῖναι μέλλοντα ὑπὸ τῶν πολεμίων λαμβάνεσθαι παρακληθεὶς αὐτὸς ὡμολόγει· τῇ ῥομφαίᾳ γὰρ αὐτὸν ἐπιπεσόντα διὰ τὴν τῶν τραυμάτων ὑπερβολὴν αὑτὸν ἀσθενῆσαι κατεργάσασθαι. 7.4καὶ σύμβολα τῆς ἀναιρέσεως ἐπεδείκνυεν τόν τε περὶ τοῖς βραχίοσι χρυσὸν τοῦ βασιλέως καὶ τὸν στέφανον, περιδύσας τὸν Σαούλου νεκρὸν κομίσειεν αὐτῷ. Δαυίδης δὲ μηκέτʼ ἀπιστεῖν ἔχων ἀλλʼ ἐναργῆ τεκμήρια τοῦ Σαούλου θανάτου βλέπων καταρρηγνύει μὲν τὴν ἐσθῆτα, κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν ἑταίρων ὅλην διεκαρτέρησε τὴν ἡμέραν. 7.5ποιεῖ δʼ αὐτῷ τὴν λύπην χαλεπωτέραν Σαούλου παῖς Ἰωνάθης πιστότατός τε ὢν φίλος αὐτῷ καὶ σωτηρίας αἴτιος γεγενημένος. τοσαύτην δʼ ἐπεδείξατο τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν Σαοῦλον εὔνοιαν, ὡς μὴ μόνον ἐπὶ τεθνηκότι χαλεπῶς ἐνεγκεῖν πολλάκις ὑπʼ αὐτοῦ κινδυνεύσας ἀφαιρεθῆναι τὸν βίον, ἀλλὰ καὶ τὸν ἀποκτείναντα κολάσαι. 7.6φήσας γὰρ πρὸς αὐτὸν, ὡς αὐτὸς γένοιτο κατήγορος ἀνελὼν τὸν βασιλέα, καὶ μαθών, ὡς εἴη πατρὸς Ἀμαληκίτου γένος, ἐκέλευσεν αὐτὸν ἀπολέσθαι. ἔγραψε δὲ καὶ θρήνους καὶ ἐπιταφίους ἐπαίνους Σαούλου καὶ Ἰωνάθου, οἳ καὶ μέχρις ἐμοῦ διαμένουσιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.1 Joseph. AJ 7.4 (English) >>Joseph. AJ 7.8

Powered by PhiloLogic